THE ORPHIC HYMNS

IN ANCIENT GREEK

ONLINE

HellenicGods.org

HOME GLOSSARY RESOURCE ART LOGOS CONTACT

A NOTE ABOUT THE ANCIENT TEXT

The text we are using of the Orphic Hymns is an exact transcript of the text found in the 1818 book entitled: Orphica. Nova Editio Accurata in VSVM Praelectionum Academicarum et Scholarum. This book does not give any information concerning the manuscript used. It seems to be the same manuscript used by Gottfried Hermann in his well-known collection of Orphica. The name Gottfried Heinrich Schäfer comes up in web searches connected with the title of this book. Schäfer was an associate of Gottfried Herman. There are differences between this text and that found in the first edition of Athanassakis' translation of the hymns, but usually they are not terribly significant. For instance, the Athanassakis manuscript does not generally use iota subscript where our text does. If examined carefully, there are differences between the two versions which can be found in every hymn, without exception. Punctuation is different between the versions. Sometimes words will be found in different grammatical forms. Occasionally a phrase, a whole line, or even two lines will be different between the two texts. There are some interesting additional fragments in the hymns to Zefs (Ζεύς) and Poseidóhn (Ποσειδῶν) which you will not find in the Athanassakis.

For additional information, including translation and downloads, please visit this page:Orphic Hymns.

ΕΥΧΗ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ

Μάνθανε δὴ, Μουσαῖε, θυηπολίην περισέμνην,

εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.

Ζεῦ βασιλεῦ, καὶ Γαῖα, καὶ οὐράνιαι φλόγες ἁγναὶ

Ἠελίου, Μήνης θ’ ἱερὸν σέλας, Ἄστρα τε πάντα·

καὶ σύ, Ποσείδαον γαιήοχε κυανοχαῖτα,

Φερσεφόνη θ’ ἁγνὴ, Δημήτηρ τ’ ἀγλαόκαρπε,

Ἄρτεμί τ’ ἰοχέαιρα, κόρη, καὶ ἤϊε Φοῖβε,

ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας

τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά·

Ἆρές τ’ ὀμβριμόθυμε, καὶ Ἡφαίστου μένος ἁγνὸν,

ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα·

καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ’ ὑπείροχε δαῖμον·

Ἥβη τ’, Εἰλείθυια, καὶ Ἡρακλέος μένος ἠΰ·

καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ’ ὄνειαρ

κικλήσκω, Νύμφας τε κλυτὰς, καὶ Πᾶνα μέγιστον,

Ἥρην τ’, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν·

Μνημοσύνην τ’ ἐρατὴν, Μούσας τ’ ἐπικέκλομαι ἁγνὰς

ἐννέα καὶ Χάριτάς τε, καὶ Ὥρας, ἠδ’ Ἐνιαυτὸν,

Λητώ τ’ εὐπλόκαμον θείην σεμνήν τε Διώνην,

Κουρῆτάς τ’ ἐνόπλους Κορύβαντάς τ’, ἠδὲ Καβείρους,

καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα·

Ἰδαίους τε θεοὺς, ἠδ’ ἄγγελον Οὐρανιώνων,

Ἑρμείαν κήρυκα, Θέμιν θ’, ἱεροσκόπον ἀνδρῶν,

Νύκτα τε πρεσβίστην καλέω, καὶ φωσφόρον Ἦμαρ,

Πίστιν τ’, ἠδὲ Δίκην, καὶ ἀμύμονα Θεσμοδότειραν·

Ῥείαν τ’, ἠδὲ Κρόνον, καὶ Τηθὺν κυανόπεπλον,

Ὠκεανόν τε μέγαν, σύν τ’ Ὠκεανοῖο θύγατρας

Ἄτλαντός τε καὶ Αἰῶνος μέγ’ ὑπείροχον ἰσχύν·

καὶ Χρόνον ἀέναον, καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ,

Μειλιχίους τε θεούς· ἀγαθήν τ’ ἐπὶ τοῖσι Πρόνοιαν·

Δαίμονά τ’ ἠγάθεον, καὶ Δαίμονα πήμονα θνητῶν·

Δαίμονας οὐρανίους τε καὶ εἰναλίους καὶ ἐνύδρους,

καὶ χθονίους καὶ ὑποχθονίους, ἠδ’ ἠεριφοίτους·,

καὶ Σεμέλην, Βάκχου τε συνευαστῆρας ἅπαντας,

Ἰνὼ Λευκοθέην τε, Παλαίμονά τ’ ὀλβιοδώτην.

[Νίκην θ’ ἡδυέπειαν, ἰδ’ Ἀδρήστειαν ἄνασσαν·

καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην.]

Παλλάδα τ’ ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας,

καὶ Βροντὰς, Κόσμου τε μέρη τετρακίονος αὐδῶ·

Μητέρα τ’ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω,

Οὐρανίην τε θεάν, σύν δ’ ἄμβροτον ἁγνὸν Ἄδωνιν,

Ἀρχήν τ’ ἠδὲ Πέρας· (τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον)

ἐλθεῖν εὐμενέας, κεχαρημένον ἦτορ ἔχοντας,

τήνδε θυηπολίην ἱερὴν, σπονδήν τ’ ἐπὶ σεμνήν.


1. Ὕμνος εις Ἑκάτην.


Εἰνοδίην Ἑκάτην κλῄιζω, τριοδῖτιν, ἐραννήν,

οὐρανίην, χθονίαν τε, καὶ εἰναλίην κροκόπεπλον,

τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν,

Πέρσειαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν,

νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν,

ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν,

ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν,

λισσόμενοις κούρην τελεταῖς ὁσίαισι παρεῖναι

βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῷ.


2. Προθυραίας, θυμίαμα, στύρακα.


Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον,

ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι·

θηλειῶν σώτειρα, μόνη φιλόπαις, ἀγανόφρον,

ὠκυλόχεια, ἐπαρώγ’ ἀνίαις θνητῶν, Προθυραία.

κλειδοῦχ’, εὐάντητε, φιλότροφε, πᾶσι προσηνής,

ἣ κατέχεις οἴκους πάντων, θαλίαις τε γέγηθας,

λυσίζων’, ἀφανής, ἔργοισι δὲ φαίνῃ ἅπασιν,

συμπάσχεις ὠδῖσι καὶ εὐτοκίῃσι γέγηθας,

Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις.

μούνην γάρ σὲ καλοῦσι λεχοί, ψυχῆς ἀνάπαυμα.

ἐν γάρ σοὶ τοκετῶν λαθιπήμονές εἰσιν ἀνίαι.

Ἄρτεμις Εἰλείθυια, καὶ εὐσέμνη Προθυραία.

κλῦθι, μάκαιρα· δίδου δὲ γονάς, ἐπαρωγὸς ἐοῦσα

καὶ σῶζ’, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.


3. Νυκτός, θυμίαμα, δαλούς.


Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.

[Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν]

κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής·

ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ·

εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων·

ληθομέριμν’, ἀγαθήν τε πόνων ἀνάπαυσιν ἔχουσα·

ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής·

ἡμιτελής, χθονίη, ἠδ’ οὐρανίη πάλιν αὐτή·

ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις·

ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα, καὶ πάλι φεύγεις

εἰς Ἀΐδην. δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.

νῦν δὲ, μάκαιρ’ ὦ Νὺξ πολυόλβιε, πᾶσι ποθεινή,

εὐάντητε, κλύουσα λόγων ἱκετηρίδα φωνὴν,

ἔλθοις εὐμενέουσα, φόβους δ’ ἀπόπεμπε νυχαυγεῖς.


4. Οὐρανοῦ, θυμίαμα, λίβανον.


Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές,

πρεσβυγένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή,

κοσμοκράτωρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν,

οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων,

οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς·

ἐν στέρνοισιν ἔχων φύσεως ἄπλητον ἀνάγκην,

κυανόχρως, ἀδάμαστε, παναίολος, αἰολόμορφε,

πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον,

κλῦθ’ ἐπάγων ζωὴν ὁσίην μύστῃ νεοφάντῃ.


5. Αἰθέρος, θυμίαμα, κρόκον.


Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές,

ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα,

πανδαμάτωρ, πυρίπνους, πᾶσιν ζωοῖσιν ἔναυσμα,

ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον ·

ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές,

κικλήσκων λίτομαί σε, κεκραμένον εὔδιον εἶναι.


6. Πρωτογόνου, θυμίαμα, σμύρναν.


Πρωτογόνον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον,

ὠογενῆ, χρυσέησιν ἀγαλλόμενον πτερύγεσσιν,

ταυρωπόν, γένεσιν μακάρων θνητῶν τ’ ἀνθρώπων·

σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον,

ἄρρητον, κρύφιον. ῥοιζήτορα, παμφαὲς ἔρνος·

ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην,

πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον·

λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ’ οὗ σε Φάνητα κικλήσκω,

ἠδὲ Πρίηπον ἄνακτα, καὶ Ἀνταύγην ἑλίκωπον.

ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, βαῖνε γεγηθὼς

ἐς τελετὴν ἁγίην πολυποίκιλον ὀργιοφάνταις.


7. Ἄστρων, θυμίαμα, ἀρώματα.


Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι,

εὐιέραις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς.

Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,

ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες.

ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων·

μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες·

θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν·

ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι·

οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς

αὐγάξοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον,

μαρμαρυγαῖς στίλβοντες, ἐΰφρονες ἐννύχιοί τε·

ἔλθετ’ ἐπ’ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους,

ἐσθλοὶ ἐπ’ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.


8. Ἡλίου, θυμίαμα, λιβανομάνναν.


Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα,

Τιτὰν χρυσαυγής, ὑπερίων, οὐράνιον φῶς·

αὐτοφυής, ἀκάμας, ζώων ἡδεῖα πρόσοψι·

δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός·

κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων.

εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά,

ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων·

εὐσεβέσιν καθοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσιν.

χρησολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων·

ἔργων σημάντωρ ἀγαθῶν, ὡροτρόφε κοῦρε.

κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε,

φωσφόρος, αἰολόδεικτα, φερέσβιε, κάρπιμε Παιάν·

ἀϊθαλής, ἀμίαντε, χρόνου πάτερ, ἀθάνατε Ζεῦ,

εὔδιε, πασιφαής, κόσμου τὸ περίδρομον ὄμμα,

σβεννύμενον λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς·

δεῖκτα δικαιοσύνης, φιλονάματε, δέσποτα κόσμου·

πιστοφύλαξ, αἰεὶ πανυπέρτατε, πᾶσιν ἀρωγέ·

ὄμμα δικαιοσύνης, ζωῆς φῶς· ὦ ἐλάσιππε,

μάστιγι λιγυρῇ τετράορον ἅρμα διώκων,

κλῦθι λόγων, ἡδὺν δὲ βίον μύστῃσι πρόφαινε.


9. Σελήνης, θυμίαμα, ἀρώματα.


Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη·

ταυρόκερως Μήνη, νυκτιδρόμος, ἠεροφοῖτι,

ἐννυχίη, δᾳδοῦχε, κόρη, εὐάστερε, Μήνη·

αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην·

αὐγήτειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε·

ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα, λοχείη·

πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα·

ἡσυχίῃ χαίρουσα καὶ εὐφρόνῃ ὀλβιομοίρῳ·

λαμπετίη, χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα·

ἀστράρχη, τανύπεπλ’, ἑλικοδρόμε, πάνσοφε κούρη,

ἐλθέ, μάκαιρ’, εὔφρων, εὐάστερε, φέγγεϊ τῷ σῷ

λαμπομένη, σώζουσα νέους ἱκέτας σέο κούρη.


10. Φύσεως, θυμίαμα, ἀρώματα.


Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ,

οὐρανίη, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα·

πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής,

παντοκράτειρα, τιτιμέν’ ἀεί, πανυπέρτατε δαῖμον·

ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα·

ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκάθεκτε,

ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα·

ἁγνή, κοσμήτειρα θεῶν, ἀτελής τε τελευτή,

κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη·

αὐτοπάτωρ, ἀπάτωρ, ἄρσην, πολύμητι, μεγίστη·

εὐανθής, πλοκίη, φιλίη, πολύμικτε, δαῆμον·

ἡγεμόνη, κράντειρα, φερέσβιε, παντρόφε κούρη,

αὐτάρκεια, Δίκη· Χαρίτων πολυώνυμε πειθώ·

αἰθερίη, χθονίη τε, καὶ εἰναλίη μεδέουσα·

πικρὴ μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισιν·

πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια·

αὐξιτρόφος, πίειρα, πεπαινομένων τε λύτειρα·

πάντων μὲν σὺ πατήρ, μήτηρ, τροφὸς ἠδὲ τιθηνός·

ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριάς, ὁρμή,

παντοτεχνές, πλάστειρα, πολύκτιτε, πότνιε δαῖμον,

ἀϊδίη, κινησιφόρος, πολύπειρε, περίφρων·

ἀενάῳ στροφάλιγγι θοὸν ῥύμα δινεύουσα·

πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε·

εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα,

σκηπτούχοῦς’ ἐφύπερθε, βαρυβρεμέτειρα, κρατίστη·

ἄτρομε, πανδαμάτειρα, πεπρωμένη, αἶσα, πυρίπνους

ἀΐδιος ζωή, ἠδ’ ἀθανάτη τε πρόνοια.

πάντα σὺ ἔσσὶ· τα πάντα σὺ γὰρ μούνη τάδε τεύχεις.

ἀλλά, θεά, λίτομαί σε, σὺν εὐόλβοισιν ἐν ὥραις

εἰρήνην ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.


11. Πανός, θυμίαμα, ποικίλα.


Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν,

οὐρανὸν ἠδὲ θάλασσαν, ἰδὲ χθόνα παμβασίλειαν,

καὶ πῦρ ἀθάνατον· τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός.

ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονος ὅραις·

αἰγομελές, βακχευτά, φιλένθεος, ἀστροδίαιτε·

ἁρμονίην κόσμοιο κρέκων φιλοπαίγμονι μολπῇ,

φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων·

αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούταις,

εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν·

παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαῖμον·

κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν·

ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης.

σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται,

εἴκει δ’ ἀκαμάτου πόντου τὸ βαθύῤῥοον ὕδωρ,

Ὠκεανός τε πέριξ ἐν ὕδασι γαῖαν ἑλίσσων·

ἀέριόν τε μέρισμα τροφῆς, ζωοῖσιν ἔναυσμα,

καὶ κορυφῆς ἐφύπερθεν ἐλαφροτάτου πυρὸς ὄμμα.

βαίνει γὰρ τάδε θεῖα πολύκριτα σῇσιν ἐφετμαῖς·

ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σῇσι προνοίαις,

βόσκων ἀνθρώπων γενεὴν κατ’ ἀπείρονα κόσμον.

ἀλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαῖν’ ἐπὶ λοιβαῖς

εὐιέροις· ἀγαθὴν δ’ ὄπασον βιότοιο τελευτὴν,

Πανικὸν ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης.


12. Ἡρακλέος, θυμίαμα, λίβανον.


Ἥρακλες ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν,

καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς,

αἰολόμορφε, χρόνου πάτερ, ἀΐδιος τε εὔφρων,

ἄῤῥητ’, ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα·

παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι·

παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ·

ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας,

εἰρήνην ποθέων κουροτρόφον, ἀγλαότιμον·

αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον·

πρωτογόνοις στράψας βολίσιν, μεγαλώνυμε δαῖμον,

ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν,

δώδεκ’ ἀπ’ ἀντολιῶν ἄχρι δυσμῶν ἆθλα διέρπων·

ἀθάνατοις, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος·

ἐλθέ, μάκαρ, νούσων θελκτήρια πάντα κομίζων.

ἐξέλασον δὲ κακὰς ἄτας, κλάδον ἐν χερὶ πάλλων·

πτηνοῖς τ’ ἰοβόλοις κῆρας χαλεπὰς ἀπόπεμπε.


13. Κρόνου, θυμίαμα, στύρακα.


Ἀϊθαλής, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν,

ποικιλόβουλ’, ἀμίαντε, μεγασθενές, ἄλκιμε Τιτάν·

ὃς δαπανᾷς μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός·

δεσμοὺς ἀρῥήκτους ὃς ἔχεις κατ’ ἀπείρονα κόσμον·

αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυθε·

Γαίης τε βλάστημα καὶ Οὐρανοῦ ἀστερόεντος·

γέννα, φυής, μείωσι, Ῥέας πόσι, σεμνὲ Προμηθεῦ,

ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα,

ἀγκυλομῆτα, φέριστε· κλύων ἱκετηρίδα φωνήν,

πέμποις εὐόλβου βιότου τέλος αἰὲν ἄμεμπτον.


14. Ῥέας, θυμίαμα, ἀρώματα.


Πότνα Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο,

ᾗ λῖς ταυροφόνος ἱερότροχον ἅρμα τιταίνει·

τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη,

μῆτερ Ζηνὸς ἄνακτος, Ὀλυμπίου, αἰγιόχοιο·

πάντιμ’, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα·

οὔρεσιν ἣ χαίρεις, θνητῶν τ’ ὀλολύγμασι φρικτοῖς·

παμβασίλεια Ῥέα, πολεμόκλονος, ὀμβριμόθυμε·

ψευδομένη σώτειρα, λυτηριάς, ἀρχιγένεθλε·

μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων.

ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,

καὶ πόντος, πνοαί τε. φιλόδρομος, ἀερόμορφε,

ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῇ,

εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσιν,

λύματα καὶ κῆρας πέμπουσ’ ἐπὶ τέρματα γαίης.


15. Διός, θυμίαμα, στύρακα.


Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς

μαρτυρίην τιθέμεσθα λυτήριον, ἠδὲ πρόσευξιν.

ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε πάντα,

γαῖα θεὰ μήτηρ, ὀρέων θ’ ὑψαυχένες ὄχθοι,

καὶ πόντος, καὶ πάνθ’, ὁπόσ’ οὐρανὸς ἐντὸς ἔταξε.

Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,

παντογένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή.

σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα,

ἀστράπιε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ·

κλῦθί μευ, αἰολόμορφε, δίδου δ’ ὑγίειαν ἀμεμφῆ

εἰρήνην τε θεὰν, καὶ πλούτου δόξαν ἄμεμπτον.


[Pro versu 7---11 habet istos Thryll. quorum duo

medii sunt H. 18, 20 et 21.

αὐτοπάτωρ· μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν.

ἀλλά χάριν λοιβῇσι δίδου, φρεσίν αἴσιμα πάντα.

ζωήν δ’ ὀλβιόθυμον. ὁμοῦ δ’ ὑγίειαν ἄνασσαν

εἰρήνη τε θεόν κουροτρόφον ἀγλαότιμον·

καί βίον εὐθύμοισιν ἀεί θάλλοντα λογισμοῖς.]


16. Ἥρας, θυμίαμα, ἀρώματα.


Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε,

Ἥρη παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα,

ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς.

ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε.

χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω·

κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῷ.

πάντων γὰρ κρατέεις μούνη, πάντεσσί τ’ ἀνάσσεις.

ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.

ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια,

ἔλθοις εὐμενέουσα καλῷ γήθοντι προσώπῳ.


17. Ποσειδῶνος, θυμίαμα, σμύρναν.


Κλῦθι, Ποσειδάον γαιήοχε, κυανοχαῖτα,

ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν·

ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα,

ποντομέδων, ἁλίδουπε, βαρύκτυπος, ἐννοσίγαιε,

κυμοθαλής, χαριτῶπα, τετράορον ἅρμα διώκων,

εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ·

ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης,

κύμασι τερπόμενος θηρσίν θ’ ἅμα, πότνιε δαῖμον.

ἕδρανα γῆς σώζοις καὶ νηῶν εὔδρομον ὁρμήν,

εἰρήνην, ὑγίειαν ἄγων, ἠδ’ ὄλβον ἀμεμφῆ.


[Εἰς Ποσειδῶ hunc hymnum habet Thryll. N. lV.

Κλῦθι Ποσειδάων, Ζηνός παῖ πρεσβυγένεθλε,

οὐρανίων μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν.

ὃς ναίεις κορυφαῖος ἐπ’ Οὐλύμποιο καρήνων

δεύτερος ἐκ Διὸς εἰληχὼς πάντεσσιν ἀνάσσειν.

ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν.

εὐρύμεδον, χαριτῶπα, τετράορον ἅρμα διώκων.

ὦ ἄναξ παντοκράτωρ, ἱερώτατος, ἀγλαότιμε,

σεμνοῖς μυστοπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς,

ἵλαος εἴης, εὐτυχίην μύστῃσι προφαίνων.]


18. Εἰς Πλούτωνα.


Ὠ τὸν ὑποχθόνιον ναίων δόμον, ὀμβριμόθυμε,

Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ,

Ζεῦ χθόνιε σκηπτοῦχε, τάδ’ ἱερὰ δέξο προθύμως·

Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης,

πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν.

ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν,

ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν·

ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον,

τηλέπορον τ’, ἀκάμαντα, λιπόπνοον, ἄκριτον ᾅδην,

κυάνεόν τ’ Ἀχέρονθ’, ὃς ἔχει ῥιζώματα γαίης.

ὃς κρατέεις θνητῶν θανάτου χάριν, ὦ πολυδέγμων,

Εὔβουλ’· ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα

νυμφεύσας λειμῶνος ἀποσπαδίην διὰ πόντου,

τετρώροις ἵπποισιν ὑπ’ Ἀτθίδος ἤγαγες ἄντρον,

δήμου Ἐλευσῖνος, τόθι περ πύλαι εἴσ’ Ἀΐδαο.*

μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής.

ἔνθεε, παντοκράτωρ, ἱερώτατος, ἀγλαότιμε,

σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς·

ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.


*Ἀΐδαο, as found in the original text: Ἀ, not Ἁ.


19. Κεραυνίου Διός, θυμίαμα, στύρακα.


Ζεῦ πάτερ, ὑφίβρομον πυρσαυγέα κόσμον ἐλαύνων,

στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην,

παμμακάρων ἕδρανον θείαις βροντῇσι τινάσσων,

νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων·

λαίλαπας, ὄμβρους, πρηστῆρας, κρατερούς τε κεραυνούς,

παμφλέκτους, κραιπούς, φρικώδεας, ὀμβριμοθύμους,

βάλλων εὐροθίους, φλογερούς, νεφέεσσι καλύπτων

πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον,

αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνὸν

ῥοίζου ἀπειρεσίου δινεύμασι, παμφάγον ὁρμῇ,

ἄῤῥηκτον, βαρύθυμον, ἀμαιμάκετον, πρηστῆρος

οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος.

ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωσα,

καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθῃ·

μαρμαίρει δὲ πρόσωπ’ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς

αἰθέρος ἐν γυάλοισι· διαῤῥήξας δὲ χιτῶνα,

οὐράνιον προκάλυμμα, χαλλᾷς ἀργῆτα κεραυνόν.

ἀλλά, μάκαρ, θυμὸν βαρύν ἔμβαλε κύμασι πόντου,

ἠδ’ ὀρέων κορυφῇσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες.

ἀλλὰ χάριν λοιβῆς σὺ δίδου φρεσὶν αἴσιμα πάντα,

ζωήν τ’ ὀλβιόθυμον, ὁμοῦ θ’ ὑγίειαν ἄνασσαν,

Εἰρήνην τε θεὸν κουροτρόφον, ἀγλαότιμον,

καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.


* other manuscripts give here ὑψίδρομον.


20. Διὸς Ἀστραπέως, θυμίαμα, λιβανομάνναν.


Κικλήσκω μέγαν, ἁγνόν, ἐρισμάραγον, περίφαντον,

ἀέριον, φλογόεντα, πυρίδρομον, ἠεροφεγγῆ,

ἀστράπτοντα σέλας νεφέων παταγοδρόμῳ αὐδῇ,

φρικώδη, βαρύμηνιν, ἀνίκητον θεὸν ἁγνόν,

ἀστραπέα Δία, παγγενέτην, βασιλῆα μέγιστον,

εὐμενέοντα φέρειν γλυκερὴν βιότοιο τελευτήν.


21. Νεφελῶν, θυμίαμα, σμύρναν.


Ἠέριοι νεφέλαι, καρποτρόφοι, οὐρανόπλαγκτοι,

ὁμβροτόκοι, πνοιῇσιν ἐλαυνόμεναι κατὰ κόσμον·

βρονταῖαι, πυρόεσσαι, ἐρίβρομοι, ὑγροκέλευθοι·

ἠέρος ἐν κόλπῳ πάταγον φρικώδε’ ἔχουσαι·

πνεύμασιν ἀντίσπαστοι ἐπιδρομάδην παταγεῦσαι,

ὑμέας νῦν λίτομαι, δροσοείμονες, εὔπνοοι αὔραις,

πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.


22. Τηθύος, θυμίαμα, λιβανομάνναν.


Ὠκεανοῦ καλέω νύμφην γλαυκώπιδα Τηθύν,

κυανόπεπλον ἄνασσαν, ἐΰτροχα κυμαίνουσαν,

αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν.

θραύουσ’ αἰγιαλοῖσι πέτρηισί τε κύματα μακρά,

εὐδινοῖς ἁπαλοῖσι γαληνιόωσα δρόμοισιν,

νηυσὶν ἀγαλλομένη, θηροτρόφος, ὑγροκέλευθε·

μήτηρ μὲν Κύπριδος, μήτηρ νεφέων ἐρεβεννῶν,

καὶ πάσης πηγῆς νυμφέων νασμοῖσι βρυούσης·

κλῦθί μου, ὦ πολύσεμνε, καὶ εὐμενέουσ’ ἐπαρήγοις,

εὐθυδρόμοις οὖρον νηυσὶν πέμπουσα, μάκαιρα.


23. Νηρέως, θυμίαμα, σμύρναν.


Ὦ κατέχων πόντου ῥίζας, κυαναυγέτιν ἕδρην,

πεντήκοντα κόρῃσιν ἀγαλλόμενος κατὰ κῦμα

καλλιτέκνοισι χοροῖς, Νηρεῦ, μεγαλώνυμε δαῖμον·

πυθμὴν μὲν πόντου, γαίης πέρας, ἀρχὴ ἁπάντων·

ὃς κλονέεις Δηοῦς ἱερὸν βάθρον, ἡνίκα πνοιὰς

ἐν μυχίοις κευθμῶσιν ἐλαυνομένας ἀποκλείεις ·

ἀλλά, μάκαρ, σεισμοὺς μὲν ἀπότρεπε, πέμπε δὲ μύσταις

ὄλβον τ’, εἰρήνην τε, καὶ ἠπιόχειρ’ ὑγίειαν.


24. Νηρηίδων, θυμίαμα, ἀρώματα.


Νηρέος εἰναλίου νύμφαι καλυκώπιδες ἁγναί,

φρίκιαι, ἐμβύθιαι, χοροπαίγμονες, ὑγροκέλευθοι,

πεντήκοντα κόραι περὶ κύμασι βακχεύουσαι,

Τριτώνων ἐπ’ ὄχοισιν ἀγαλλόμεναι περὶ νῶτα

θηροτύποις μορφαῖς, ὧν βόσκει σώματα πόντος·

ἄλλοι θ’ οἳ ναίουσι βυθόν, Τριτώνιον οἶδμα,

ὑδρόδομοι, σκιρτηταί, ἑλισσόμενοι περὶ κῦμα,

ποντοπλάνοι δελφῖνες, ἁλιῤῥόθιοι, κυαναυγεῖς·

ὑμέας κικλήσκω πέμπειν μύσταις πολὺν ὄλβον·

ὑμεῖς γὰρ πρῶται τελετὴν ἀνεδείξατε σεμνὴν

εὐϊέρου Βάκχοιο καὶ ἁγνῆς Φερσεφονείης,

Καλλιόπῃ σὺν μητρὶ καὶ Ἀπόλλωνι ἄνακτι.


25. Πρωτέως, θυμίαμα, στύρακα.


Πρωτέα κικλήσκω, πόντου κληῗδας ἔχοντα,

πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν,

ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις,

πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ’ ἐόντα,

ὅσσα τε πρόσθεν ἔην, ὅσα τ’ ἔσσεται ὕστερον αὖτις·

πάντα γὰρ ἐν Πρωτεῖ πρώτη φύσις ἐγκατέθηκεν.

ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίῃσι προνοίαις,

πέμπων εὐόλβου βιότου τέλος ἐσθλὸν ἐπ’ ἔργοις.


26. Γῆς, θυμίαμα, πᾶν σπέρμα, πλὴν κυάμων καὶ ἀρωμάτων.


Γαῖα θεά, μῆτερ μακάρων, θνητῶν τ’ ἀνθρώπων,

πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,

αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα·

ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,

ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ·

ἀϊδίη, πολύσεπτε, βαθύστερν’, ὀλβιόμοιρε,

ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον·

ὀμβροχαρής, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων

εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς.

ἀλλά, μάκαιρα θεὰ, καρποὺς αὔξοις πολυγηθεῖς,

εὐμενὲς ἦτορ ἔχουσα, σὺν ὀλβίοισιν ἐν ὥραις.


27. Μητρὸς θεῶν, θυμίαμα, ποικίλα.


Ἀθανάτων θεότιμε θεῶν μῆτερ, τροφὲ πάντων,

τῇιδε μόλοις κράντειρα θεά, σέο, πότνι’, ἐπ’ εὐχαῖς,

ταυροφόνων ζεύξασα ταχύδρομον ἅρμα λεόντων,

σκηπτοῦχε κλεινοῖο πόλου, πολυώνυμε, σεμνή·

ἣ κατέχεις κόσμοιο μέσον θρόνον, οὕνεκεν αὐτὴ

γαῖαν ἔχεις, θνητοῖσι τροφὰς παρέχουσα προσηνεῖς.

ἐκ σέο δ’ ἀθανάτων τε γένος θνητῶν τ’ ἐλοχεύθη·

σοὶ ποταμοὶ κρατέονται ἀεὶ καὶ πᾶσα θάλασσα·

Ἱσίη αὐδαχθεῖσα· σὲ δ’ ὀλβοδότιν καλέουσιν,

παντοίων ἀγαθῶν θνητοῖς ὅτι δῶρα χαρίζῃ.

ἔρχεο πρὸς τελετήν, ὦ πότνια, τυμπανοτερπής,

πανδαμάτωρ, Φρυγίης, σώτειρα, Κρόνου συνόμευνε,

Οὐρανόπαι, πρέσβειρα, βιοθρέπτειρα, φίλοιστρε·

ἔρχεο γηθόσυνος, κεχαρημένη εὐσεβίῃσιν.


28. Ἑρμοῦ, θυμίαμα, λίβανον.


Κλῦθί μευ, Ἑρμεία, Διὸς ἄγγελε, Μαιάδος υἱέ,

παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε θνητῶν,

εὔφρων, ποικιλόβουλε, διάκτορος, Ἀργειφόντα,

πτηνοπέδιλε, φίλανδρε, λόγου θνητοῖσι προφῆτα·

γυμνάσιν ὃς χαίρεις, δολίαις τ’ ἀπάταις, (στρ)οφιοῦχε*·

ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε·

ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές·

Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυθε,

ἐργασίαις ἐπαρωγέ, φίλε θνητοῖς ἐν ἀνάγκαις·

γλώσσης δεινὸν ὅπλον, τὸ σεβάσμιον ἀνθρώποισιν·

κλῦθί μευ εὐχομένου, βιότου τέλος ἐσθλὸν ὀπάζων,

ἐργασίῃσι, λόγου χάρισιν, καὶ μνημοσύνῃσιν.


*Hermann has οφιοῦχε. Athanassakis has τροφιοῦχε. Liddell & Scott proposes στροφιοῦχε.


29. Ὕμνος Περσεφόνης.


Περσεφόνη, θύγατερ μεγάλου Διός, ἐλθέ, μάκαιρα,

μουνογένεια θεά, κεχαρισμένα δ’ ἱερὰ δέξαι·

Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι·

ἣ κατέχεις Ἀΐδαο πύλας ὑπὸ κεύθεα γαίης,

Πραξιδίκη, ἐρατοπλόκαμος, Δηοῦς θάλος ἁγνόν,

Εὐμενίδων γενέτειρα, καταχθονίων βασίλεια·

ἣν Ζεὺς ἀῤῥήτοισι γοναῖς τεκνώσατο κούρην.

μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,

Ὡρῶν συμπαίκτειρα, φαεσφόρος, ἀγλαόμορφε·

σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα,

εὐφεγγής, κερόεσσα, μόνη θνητοῖσι ποθεινή,

ἐαρινή, λειμωνιάσιν χαίρουσα πνοῇσιν,

ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,

ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα·

ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις,

Φερσεφόνεια· φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.

κλῦθι μάκαιρα θεά, καρποὺς δ’ ἀνάπεμπ' ἀπὸ γαίης,

εἰρήνῃ θάλλουσα καὶ ἠπιόχειρ’ ὑγείῃ,

καὶ βίῳ εὐόλβῳ, λιπαρὸν γῆρας κατάγοντι

πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.


30. Διονύσου, θυμίαμα, στύρακα.


Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐαστῆρα,

πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα,

ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον,

κισσόβρυον, ταυρωπόν, ἀρήϊον, εὔϊον, ἁγνόν,

ὠμάδιον, τριετῆ, βοτρυοτρόφον, ἐρνεσίπεπλον.

Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Περσεφονείης

ἀρρήτοις λέκτροισι τεκνωθείς, ἄμβροτε δαῖμον·

κλῦθι μάκαρ φωνῆς, ἡδὺς δ’ ἐπίπνευσον ἐνηής,

εὐμενὲς ἦτορ ἔχων, σὺν ἐυζώνοισι τιθήναις.

31. Ὕμνος Κουρήτων Ι.


Σκιρτηταὶ Κουρῆτες, ἐνόπλια βήματα θέντες,

ποσσίκροτοι, ῥομβηταί, ὀρέστεροι, εὐαστῆρες,

κρουσιλύραι, παράρυθμοι, ἐπεμβάται ἴχνεσι κούφοις,

ὁπλοφόροι, φύλακες, κοσμήτορες, ἀγλαόφημοι,

μητρὸς ὀρειμανέος συνοπάονες, ὀργιοφάνται,

ἔλθοιτ’ εὐμενέοντες ἐπ’ εὐφήμοισι λόγοισιν,

βουκόλῳ εὐάντητοι ἀεὶ κεχαρηότι θυμῳ.


32. Ὕμνος Ἀθηνᾶς, θυμίαμα, ἀρώματα.


Παλλὰς μουνογενής, μεγάλου Διὸς ἔκγονε σεμνή,

δῖα μάκαιρα θεά, πολεμοκλόνος, ὀμβριμόθυμε,

[Ἄῤῥητ’, εὐρήτη, μεγαλώνυμος, ἀντροδίαιτε·

ἥ τε διαΐσσεις ὑψαυχένας ἀκρωρείας,

ἠδ’ ὄρεα σκιόεντα, νάπῃσί τε σὴν φρένα τέρπεις.]

ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίῃσιν·

γυμνάζουσα κόρη. φρικώδεα θυμὸν ἔχουσα.

Γοργοφόνος, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε.

ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις.

ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεμήτοκε μῆτι.

αἰολόμορφε, δράκαινα, φιλένθεος, ἀγλαότιμε·

Φλεγραίων ὀλέτειρα γιγάντων, ἱππελάτειρα.

Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,

γλαυκῶφ’, εὑρεσίτεχνε, πολυλλίστη βασίλεια

ἤματα καὶ νύκτας αἰεὶ νεάταισιν ἐν ὥραις,

κλῦθί μευ εὐχομένου, δὸς δ’ εἰρήνην πολύολβον,

καὶ κόρην ἠδ’ ὑγίειαν ἐπ’ εὐόλβοισιν ἐν ὥραις.


33. Νίκης, θυμίαμα, μάνναν.


Εὐδύνατον καλέω Νίκην, θνητοῖσι ποθεινήν,

ἣ μούνη λύει θνητῶν ἐναγώνιον ὁρμήν,

καὶ στάσιν ἀλγινόεσσαν, ἐπ’ ἀντιπάλοισι μάχῃσιν

ἐν πολέμοις κρίνουσα, τροπαιούχοισιν ἐπ’ ἔργοις,

οἷς ἂν ἐφορμαίνουσα φέρῃς γλυκερώτατον εὖχος.

πάντων γὰρ κρατέεις· πάσης δ’ ἔριδος κλέος ἐσθλὸν

Νίκῃ ἐπ’ εὐδόξῳ κεῖται θαλίῃσι βρυάζον.

ἀλλά, μάκαιρ’, ἔλθοις πεποθημένῳ ὄμματι φαιδρῷ,

αἰεὶ ἐπ’ εὐδόξοις ἔργοις κλέος ἐσθλὸν ἄγουσα.


34. Ἀπόλλωνος, θυμίαμα, μάνναν.


Ἐλθέ, μάκαρ Παιὰν τιτυοκτόνε, Φοῖβε Λυκωρεῦ,

Μεμφῖτ’, ἀγλαότιμος, ἰῃϊος, ὀλβιοδῶτα.

χρυσολύρη, σπερμεῖος, ἀρότριε, Πύθιε, Τιτάν,

Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι,

ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε·

Μουσαγέτη, χαροποιός, ἑκηβόλε, τοξοβέλεμνε,

Βράγχιε καὶ Διδυμεῦ, ἑκάεργος, Λοξία, ἁγνέ·

Δήλι’ ἄναξ πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,

χρυσοκόμη, καθαρὰς φήμας χρησμούς τ’ ἀναφαίνων·

κλῦθί μευ εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῷ. 10

τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα,

γαῖάν τ’ ὀλβιόμοιρον ὕπερθέν καὶ δι’ ἀμολγοῦ

νυκτὸς ἐν ἡσυχίῃσιν ὑπ’ ἀστεροομμάτου ὄρφνης

ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου

παντός· σοὶ δ’ ἀρχή τε τελευτή τ’ ἐστὶ μέλουσα,

παντοθαλής, σὺ δὲ πάντα πόλον κιθάρῃ πολυκρέκτῳ

ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,

ἄλλοτε δ’ αὖθ’ ὑπάτην, ποτὲ Δώριον εἰς διάκοσμον

πάντα πόλον κιρνὰς, κρίνεις βιοθρέμμονα φῦλα,

ἁρμονίῃ κεράσας παγκόσμιον ἀνδράσι μοῖραν· 20

μίξας χειμῶνος θέρεός τ’ ἴσον ἀμφοτέροισιν,

εἰς ὑπάτας χειμῶνα, θέρος νεάταις διακρίνας,

Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος.

ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλῄζουσιν ἄνακτα

Πᾶνα, θεὸν δικέρωτ’, ἀνέμων συρίγμαθ’ ἱέντα·

οὕνεκα παντὸς ἔχεις κόσμου σφρηγῖδα τυπῶτιν.

κλῦθι μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῇ.


35. Λητοῦς, θυμίαμα, σμύρναν.


Λητοῖ κυανόπεπλε, θεὰ διδυματὸκε, σεμνή,

Κοιαντίς, μεγάθυμε, πολυλλίστη βασίλεια,

εὔτεκνον Ζηνὸς γονίμην ὠδῖνα λαχοῦσα,

γειναμένη Φοῖβόν τε καὶ Ἄρτεμιν ἰοχέαιραν,

τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ·

κλῦθι, θεὰ δέσποινα, καὶ ἵλαον ἦτορ ἔχουσα

βαῖν’ ἐπὶ πάνθειον τελετὴν, τέλος ἡδὺ φέρουσα.


36. Ἀρτέμιδος, θυμίαμα, μάνναν.


Κλῦθί μευ, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρη,

Τιτηνίς, βρομίη, μεγαλώνυμε, τοξότι, σεμνή,

πασιφαής, δαιδοῦχε, θεά Δίκτυννα, λοχείη,

ὠδίνων ἐπαρωγὲ, καὶ ὠδίνων ἀμύητε·

λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε,

εὔδρομος, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,

κλεισίη, εὐάντητε, λυτηρίη, ἀρσενόμορφε,

ὀρθίη, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,

ἀγροτέρη, χθονίη, θηροκτόνος, ὀλβιόμοιρε·

ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή,

πότνια, παμβασίλεια, καλὸν θάλος αἰὲν ἐοῦσα·

δρυμονία, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε.

ἐλθέ, θεὰ σώτειρα, φίλη, μύστῃσιν ἅπασιν,

εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης,

εἰρήνην τ’ ἐρατὴν καλλιπλόκαμόν θ’ ὑγίειαν·

πέμποις δ’ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.


37. Τιτάνων, θυμίαμα, λίβανον.


Τιτῆνες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,

ἡμετέρων πρόγονοι πατέρων, γαίης ὑπένερθεν

οἴκοις ταρταρίοισι μυχῷ χθονὸς ἐνναίοντες,

ἀρχαὶ καὶ πηγαὶ πάντων θνητῶν πολυμόχθων,

εἰναλίων, πτηνῶν τε, καὶ οἳ χθόνα ναιετάουσιν·

ἐξ ὑμέων γὰρ πᾶσα πέλει γενεὴ κατὰ κόσμον.

ὑμέας κικλήσκω μῆνιν χαλεπὴν ἀποπέμπειν,

εἴτις ἀπὸ χθονίων προγόνων οἴκοισι πελάσθη.


38. Κουρήτων II, θυμίαμα, λίβανον.


Χαλκόκροτοι Κουρῆτες, Ἀρήϊα τεύχε’ ἔχοντες,

οὐράνιοι χθόνιοί τε, καὶ εἰνάλιοι, πολύολβοι,

ζωογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,

οἵτε Σαμοθρῄκην, ἱερὴν χθόνα, ναιετάοντες,

κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων·

ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔθεσθε,

ἀθάνατοι Κουρῆτες, Ἀρήϊα τεύχε’ ἔχοντες.

νωμᾶτ’ Ὠκεανόν, νωμᾶθ’ ἅλα, δένδρεά θ’ αὕτως.

ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς,

μαρμαίροντες ὅπλοις. πτήσσουσι δὲ θῆρες ἅπαντες

ὁρμώντων, θόρυβος δὲ βοή τ’ εἰς οὐρανὸν ἵκει,

εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει

ἐρχομένων· τότε δή ῥα καὶ ἄνθεα πάντα τέθηλεν.

δαίμονες ἀθάνατοι, τροφέες καὶ αὖτ’ ὀλετῆρες,

ἡνίκ’ ἂν ὁρμαίνητε χολούμενοι ἀνθρώποισιν,

ὀλλύντες βίοτον καὶ κτήματα, ἠδὲ καὶ αὐτοὺς

πλάζοντες· στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης,

δένδρη δ’ ὑψικάρην’ ἐκ ῥιζῶν ἐς χθόνα πίπτει·

ἠχὼ δ’ οὐρανίη κελαδεῖ ῥοιζήμασι φύλλων.

Κουρῆτες Κορύβαντες, ἀνάκτορες, εὐδύνατοί τε,

ἐν Σαμοθρῄκῃ ἄνακτες, ὁμοῦ Ζηνός κόροι αὐτοί·

πνοιαὶ ἀέναοι, ψυχοτρόφοι, ἠεροειδεῖς·

οἵτε καὶ οὐράνιοι δίδυμοι κλῄζεσθ’ ἐν Ὀλύμπῳ

εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς,

ὡροτρόφοι, φερέκαρποι ἐπιπνείοιτε ἄνακτες.


39. Κορύβαντος, θυμίαμα, λίβανον.


Κικλήσκω χθονὸς ἀενάου βασιλῆα μέγιστον,

Κύρβαντ’ ὀλβιόμοιρον, Ἀρήιον, ἀπροσόρατον,

νυκτερινὸν Κούρητα, φόβων ἀποπαύστορα δεινῶν,

φαντασιῶν ἐπαρωγόν, ἐρημοπλάνον Κορύβαντα,

αἰολόμορφον ἄνακτα, θεὸν διφυῆ, πολύμορφον,

φοίνιον, αἱμαχθέντα κασιγνήτων ὑπὸ δισσῶν·

Δηοῦς ὃς γνώμῃσιν ἐνήλλαξας δέμας ἁγνόν,

θηρότυπον θέμενος μορφὴν δνοφεροῖο δράκοντος·

κλῦθι, μάκαρ, φωνῶν, χαλεπὴν δ’ ἀποπέμπεο μῆνιν,

παύων φαντασίας ψυχῆς ἐκπλήκτου ἀνάγκης.


40. Δήμητρος Ἐλευσινίας, θυμίαμα, στύρακα.


Δηοῖ παμμήτειρα θεά, πολυώνυμε δαῖμον,

σεμνὴ Δήμητερ, κουροτρόφος, ὀλβιοδῶτι,

πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα,

εἰρήνῃ χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις,

σπερμείη, σωρῖτις, ἀλωαίη, χλοόκαρπε,

ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν.

ἱμερόεσσ’, ἐρατή, θνητῶν θρέπτειρα προπάντων·

πρώτη ὑποζεύξασα βοῶν ἀροτῆρα τένοντα,

καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα·

αὐξιθαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος,

λαμπαδόεσσ’, ἁγνή, δρεπάνοις χαίρουσα θερείοις.

σὺ χθονίη, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής·

εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρη,

ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς,

ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐαζόντων.

μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς,

ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθηλεῖς·

ἐλθέ, μάκαιρ’, ἁγνή, καρποῖς βρίθουσα θερείοις,

εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν,

καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ’ ὑγίειαν ἄνασσαν.


41. Μητρὸς Ἀνταίας, θυμίαμα, ἀρώματα.


Ἀνταίη βασίλεια, θεά, πολυώνυμε μῆτερ

ἀθανάτων τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων,

ἥ ποτε μαστεύουσα πολυπλάγκτῳ ἐν ἀνίῃ,

νηστείαν κατέπαυσας Ἐλευσῖνος ἐν γυάλοισιν,

ἦλθές τ’ εἰς Ἀΐδην πρὸς ἀγαυὴν Περσεφόνειαν,

ἁγνὸν παῖδα Δυσαύλου ὁδηγητῆρα λαχοῦσα,

μηνυτῆρ’ ἁγίων λέκτρων χθονίου Διὸς ἁγνοῦ,

Εὔβουλον τέξασα θεὸν θνητῆς ἀπ’ ἀνάγκης.

ἀλλά, θεά, λίτομαί σε, πολυλλίστη βασίλεια,

ἐλθεῖν εὐάντητον ἐπ’ εὐϊέρῳ σέο μύστῃ.


42. Μίσης, θυμίαμα, στύρακα.


Θεσμοφόρον καλέω ναρθηκοφόρον Διόνυσον,

σπέρμα πολύμνηστον πολυώνυμον Εὐβουλῆος,

ἁγνήν τ’ εὐΐερόν τε Μίσην, ἄῤῥητον ἄνασσαν,

ἄρσενα καὶ θῆλυν, διφυῆ, λύσειον Ἴακχον·

εἴτ’ ἐν Ἐλευσῖνος τέρπῃ νηῷ θυόεντι,

εἴτε καὶ ἐν Φρυγίῃ σὺν μητέρι μυστιπολεύεις,

ἢ Κύπρῳ τέρπῃ σὺν ἐυστεφάνῳ Κυθερείῃ,

ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς,

σὺν σῇ μητρὶ θεᾷ μελανηφόρῳ Ἴσιδι σεμνῇ,

Αἰγύπτου παρὰ χεῦμα σὺν ἀμφιπόλοισι τιθήναις·

εὐμενέουσ’ ἔλθοις ἀγάθ’ εκτελέουσ’ ἐπ’ ἀέθλοις.


43. Ὡρῶν, θυμίαμα, ἀρώματα.


Ὧραι, θυγατέρες Θέμιδος καὶ Ζηνὸς ἄνακτος,

Εὐνομίη τε Δίκη τε, καὶ Εἰρήνη πολύολβε,

εἰαριναί, λειμωνιάδες, πολυάνθεμοι, ἁγναί,

παντόχροοι, πολύοδμοι ἐν ἀνθεμοειδέσι πνοιαῖς,

Ὧραι ἀειθαλέες, περικυκλάδες, ἡδυπρόσωποι·

πέπλους ἑννύμεναι δροσεροὺς ἀνθέων πολυθρέπτων,

* * Περσεφόνης συμπαίκτορες, εὖτέ ἑ Μοῖραι

καὶ Χάριτες κυκλίοισι χοροῖς πρὸς φῶς ἀνάγωσιν.

Ζηνὶ χαριζόμεναι καὶ μητέρι καρποδοτείρῃ·

ἔλθετ’ ἐπ’ εὐφήμους τελετὰς ὁσίας νεομύστοις,

εὐκάρπους καιρῶν γενέσεις ἐπάγουσαι ἀμεμφῶς.


44. Σεμέλης, θυμίαμα, στύρακα.


Κικλήσκω κούρην Καδμηΐδα παμβασίλειαν,

εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαθύκολπον,

μητέρα θυρσοφόροιο Διωνύσου πολυγηθοῦς,

ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρῳ αὐγῇ,

ἀθανάτοιο τεκοῦσα Διὸς βουλαῖς Κρονίοιο·

τιμὰς τευξαμένη παρ’ ἀγαυῆς Περσεφονείης

ἐν θνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας,

ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν,

εὐΐερόν τε τράπεζαν ἰδὲ μυστήριά θ’ ἁγνά.

νῦν σέ, θεά, λίτομαι, κούρη Καδμηῒς ἄνασσα,

πρηΰνοον καλέων αἰεὶ μύστῃσιν ὑπάρχειν.


45. Ὕμνος Διονύσου Βασσαρέως Τριετηρικού.


Ἐλθέ, μάκαρ Διόνυσε, πυρίσπορε, ταυρομέτωπε,

Βάσσαρε καὶ Βακχεῦ, πολυώνυμε, παντοδυνάστα,

ὃς ξίφεσιν χαίρεις ἠδ’ αἵματι, Μαινάσι θ’ ἁγναῖς·

εὐάζων κατ’ Ὄλυμπον, ἐρίβρομε, μαινόλα Βάκχε,

θυρσεγχής, βαρύμηνι, τετιμένε πᾶσι θεοῖσιν

καὶ θνητοῖσι βροτοῖσιν, ὅσοι χθόνα ναιετάουσιν·

ἐλθέ, μάκαρ, σκιρτητά, φέρων πολὺ γῆθος ἅπασιν.


46. Λικνίτου, θυμίαμα, μάνναν.


Λικνίτην Διόνυσον ἐπ’ ευχαῖς ταῖσδε κικλήσκω,

Νύσιον, ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον·

νυμφέων ἔρνος ἐραστόν, ἐϋστεφάνου τ’ Ἀφροδίτης,

ὅς ποτ’ ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες

σὺν νύμφαις χαρίεσσιν, ἐλαυνόμενος μανίῃσιν.

καὶ βουλῇσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν

ἀχθεὶς ἐξετράφης, φίλος ἀθανάτοισι θεοῖσιν.

εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ’ ἱερὰ δέξαι.


47. Βάκχου Περικιονίου, θυμίαμα, ἀρώματα.


Κικλήσκω Βάκχον περικιόνιον, μεθυδώτην,

Καδμείοισι δόμοις ὃς ἑλισσόμενος πέρι πάντη,

ἔστησε κρατεροῦς βρασμοὺς γαίης ἀποπέμψας·

ἡνίκα πυρφόρος αὐγὴ ἐκίνησε χθόνα πᾶσαν,

πρηστῆρος ῥοίζοις· ὃ δ’ ἀνέδραμε δεσμὸς ἁπάντων.

ἐλθέ, μάκαρ, βακχευτά, γεγηθυίαις πραπίδεσσιν.


48. Σαβαζίου, θυμίαμα, ἀρώματα.


Κλῦθι, πάτερ, Κρόνου υἱέ Σαβάζιε, κύδιμε δαῖμον,

ὃς Βάκχον Διόνυσον ἐρίβρομον, εἰραφιώτην

μηρῷ ἐγκατέραψας, ὅπως τετελεσμένος ἔλθοι

Τμῶλον ἐς ἠγάθεον, παρὰ θ’ Ἵππαν καλλιπάρῃον.

ἀλλά, μάκαρ, Φρυγίης μεδέων, βασιλεύτατε πάντων,

εὐμενέων ἐπαρωγὸς ἐπέλθοις μυστιπόλοισιν.


49. Ἵππας, θυμίαμα, στύρακα.


Ἵππαν κικλήσκω Βάκχου τροφόν, εὐάδα κούρην,

μυστιπόλον τελετῇσιν ἀγαλλομένην Σάβου ἁγνοῦ,

νυκτερίοισι τε χοροῖσιν ἐριβρεμέταο Ἰάκχου.

κλῦθί μευ εὐχομένου, χθονίη μήτηρ, βασίλεια,

εἴτε σύ γ’ ἐν Φρυγίῃ κατέχεις Ἴδης ὄρος ἁγνὸν,

ἢ Τμῶλος τέρπει σε, καλὸν Λυδοῖσι θόασμα·

ἔρχεο πρὸς τελετὰς ἱερῷ γηθοῦσα προσώπῳ.


50. Λυσίου Ληναίου ὕμνος.


Κλῦθι, μάκαρ, Διὸς υἷ’, ἐπιλήνιε Βάκχε, διμήτωρ,

σπέρμα πολύμνηστον, πολυώνυμε, λύσιε δαῖμον.

κρυψίγονον μακάρων ἱερὸν θάλος, εὔϊε Βάκχε,

εὐτραφές, εὔκαρπος, πολυγηθέα καρπὸν ἀέξων,

ῥηξίχθων, ληναῖε, μεγασθενές, αἰολόμορφε·

παυσίπονον θνητοῖσι φανεὶς ἄκος, ἱερὸν ἄνθος,

χάρμα βροτοῖς φιλάλυπον, ἐφάπτορ, καλλιέθειρε,

λύσιε, θυρσομανές, βρόμι’, εὔϊε, πᾶσιν ἐΰφρων,

οἷς ἐθέλεις θνητῶν ἠδ’ ἀθανάτων σἐ πιφαύσκειν·

νῦν σε καλῶ μύστῃσι μολεῖν ἡδύν, φερέκαρπον.


51. Νυμφῶν, θυμίαμα, ἀρώματα.


Νύμφαι, θυγατέρες μεγαλήτορος Ὠκεανοῖο,

ὑγροπόροις γαίης ὑπὸ κεύθεσιν οἰκί’ ἔχουσαι,

κρυψίδομοι, Βάκχοιο τροφοί, χθόνιαι, πολυγηθεῖς,

καρποτρόφοι, λειμωνιάδες, σκολιοδρόμοι, ἁγναί,

ἀντροχαρεῖς, σπήλυγξι κεχαρμέναι, ἠερόφοιτοι.

πηγαῖαι, δρομάδες, δροσοείμονες, ἴχνεσι κοῦφαι·

φαινόμεναι, ἀφανεῖς, αὐλωνιάδες, πολυανθεῖς·

σὺν Πανὶ σκιρτῶσαι ἀν’ οὔρεα, εὐάστειραι,

πετρόρυτοι, λιγυραί, κρουνίτιδες ὑλονόμοι τε·

παρθένοι εὐώδεις, λευχείμονες, εὔπνοοι αὔραις,

αἰπολικαί, νόμιαι, θηρσὶν φίλαι, ἀγλαόκαρποι,

δρυμοχαρεῖς, ἁπαλαί, πολυθρέμμονες, αὐξίτροφοί τε·

κοῦραι ἁμαδρυάδες, φιλοπαίγμονες, ὑγροκέλευθοι,

Νύσιαι, οἰστρομανεῖς, παιωνίδες, εἰαροτερπεῖς,

σὺν Βάκχῳ Δηοῖ τε χάριν θνητοῖσι φέρουσαι·

ἔλθετ’ ἐπ’ εὐφήμοις ἱεροῖς κεχαρηότι θυμῷ,

νᾶμα χέουσαι ὑγεινὸν ἀεξιτρόφοισιν ἐν ὥραις.


52. Τριετηρικοῦ, θυμίαμα, ἀρώματα.


Κικλήσκω σε, μάκαρ, πολυώνυμε, μαινόλα, Βακχεῦ,

ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ,

μηροτρεφής, λικνῖτα, πυρίπνοε, καὶ τελετάρχα·

νυκτέρι’, Εὐβουλεῦ, μιτρηφόρε, θυρσοτινάκτα·

ὄργιον ἄῤῥητον, τριφυές, κρύφιον Διὸς ἔρνος·

πρωτόγον’, ἠρικεπαῖε, θεῶν πάτερ ἠδὲ καὶ υἱέ·

ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἠγέτα κώμων·

βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ γαληνάς·

ῥηξίχθων, πυριφεγγές, ἐπάπτορ, κοῦρε διμήτωρ,

οὐρεσιφοῖτα, κερώς, νεβριδοστόλος, ἀμφιέτηρε,

Παιὰν θυρσεγχής, ὑποκόλπιε, βοτρυόκοσμε,

Βάσσαρε, κισσοχαρής, πολυπάρθενε, καὶ διάκοσμε,

ἐλθέ, μάκαρ, μύστῃσι βρύων κεχαρημένος αἰεί.


53. Ἀμφιετοῦς, θυμίαμα, πάντα πλὴν λιβάνου.


Ἀμφιετῆ καλέω Βάκχον, χθόνιον Διόνυσον,

ἐγρόμενον κούραις ἅμα νύμφαις εὐπλοκάμοισιν·

ὃς παρὰ Περσεφόνης ἱεροῖσι δόμοισιν ἰαύων

κοιμίζει τριετῆρα χρόνον Βακχήϊον ἁγνόν.

αὐτὸς δ’ ἡνίκα τὸν τριετῆ πάλι κῶμον ἐγείρῃ,

εἰς ὕμνον τρέπεται σὺν ἐϋζώνοισι τιθήναις,

εὐνάζων κινῶν τε χοροὺς ἐνὶ κυκλάσιν ὥραις.

ἀλλά, μάκαρ, χλοόκαρπε, κερασφόρε, κάρπιμε Βάκχε,

βαῖν’ ἐπὶ πάνθειον τελετὴν γανόωντι προσώπῳ,

εὐϊέροις καρποῖσι τελεσσιγόνοισι βρυάζων.


54. Σιληνοῦ, σατύρου, Βακχῶν, θυμίαμα, μάνναν.


Κλῦθί μευ, ὦ πολύσεμνε τροφεῦ, Βάκχοιο τιθηνέ,

Σιληνῶν ὄχ’ ἄριστε, τετιμένε πᾶσι θεοῖσιν

καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὥραις,

ἁγνοτελής, γεραρός, θιάσου νομίου τελετάρχα·

εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιθήναις,

Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισιν·

δεῦρ’ ἐπὶ πάνθειον τελετὴν Σατύροις ἅμα πᾶσιν

θηροτύποις, εὔασμα διδοὺς Βακχείου ἄνακτος,

σὺν Βάκχαις Λήναια τελεσφόρα σεμνὰ προπέμπων,

ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων,

εὐάζων, φιλόθυρσε, γαληνιόων θιάσοισιν.


55. Εἰς Ἀφροδίτην, ὕμνος.


Οὐρανίη, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη,

ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή,

νυκτερίη, ζεύκτειρα, δολοπλόκε μῆτερ ἀνάγκης·

πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον·

καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾷς δὲ τὰ πάντα,

ὅσσα τ’ ἐν οὐρανῳ ἐστι καὶ ἐν γαίῃ πολυκάρπῳ,

ἐν πόντου τε βυθῷ· σεμνὴ Βάκχοιο πάρεδρε,

τερπομένη θαλίῃσι, γαμοστόλε, μῆτερ ἐρώτων·

πειθοῖ λεκτροχαρής, κρυφίη, χαριδῶτι ἄνασσα,

φαινομένη τ’, ἀφανής τ’, ἐρατοπλόκαμ’, εὐπατέρεια,

νυμφιδίη, σύνδαιτε, θεῶν σκηπτοῦχε, λύκαινα·

γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι·

ἐνζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις,

καὶ θηρῶν πολὺ φῦλον, ἐρωμανέων ὑπὸ φίλτρων·

ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ’ ἐν’ Ὀλύμπῳ

ἐσσί, θεὰ βασίλεια, καλῷ γήθουσα προσώπῳ,

εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,

εἴτε σύ γ’ ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις

Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,

ἢ καὶ κυανέοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα

ἐρχομένη χαίρεις νεπόδων κυκλίῃσι χορείαις·

ἢ νύμφαις τέρπῃ κυανώπισιν ἐν χθονὶ Δίᾳ,

θυιὰς ἐπ’ αἰγιαλοῖς ψαμμώδεσιν ἅλματι κούφῳ·

εἴτ’ ἐν Κύπρῳ, ἄνασσα, τροφῷ σέο· ἔνθα καλαί σε

παρθένοι ἀδμῆται νύμφαι τ’ ἀνὰ πάντ’ ἐνιαυτὸν

ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.

ἐλθέ, μάκαιρα θεά, μάλ’ ἐπήρατον εἶδος ἔχουσα·

ψυχῇ γάρ σε καλῶ σεμνῇ ἁγίοισι λόγοισιν.


56. Ἀδώνιδος, θυμίαμα, ἀρώματα.


Κλῦθί μευ εὐχομένου, πολυώνυμε, δαῖμον ἄριστε,

ἁβροκόμη, φιλέρημε, βρύων ὥρῃσι ποθειναῖς,

Εὐβουλεῦ, πολύμορφε, τροφεῦ πάντων ἀρίδηλε.

κούρη καὶ κόρε· πᾶσι καλὸν θάλος αἰὲν, Ἄδωνι,

σβεννύμενος λάμπων τε καλαῖς ἐν κυκλάσιν ὥραις·

αὐξιθαλής, δίκερως, πολυήρατε, δακρυότιμε,

ἀγλαόμορφε, κυνηγεσίαις χαίρων, βαθυχαῖτα·

ἱμερόνους, Κύπριδος γλυκερὸν θάλος, ἔρνος ἔρωτος·

Φερσεφόνης ἐρασιπλοκάμου λέκτροισι λοχευθείς·

ὃς ποτὲ μὲν ναίεις ὑπὸ Τάρταρον ἠερόεντα,

ἠδὲ πάλιν πρὸς Ὄλυμπον ἄγεις δέμας ὡριόκαρπον·

ἐλθέ, μάκαρ, μύστῃσι φέρων καρποὺς ἀπὸ γαίης.


57. Ἑρμοῦ Χθονίου, θυμίαμα, στύρακα.


Κωκυτοῦ ναίων ἀνυπόστροφον οἶμον ἀνάγκης,

ὃς ψυχὰς θνητῶν κατάγεις ὑπὸ νέρτερα γαίης,

Ἑρμῆ, βακχεχόροιο Διωνύσοιο γένεθλον,

καὶ Παφίης κούρης, ἑλικοβλεφάρου Ἀφροδίτης,

ὃς παρὰ Περσεφόνης ἱερὸν δόμον ἀμφιπολεύεις,

αἰνομόροις ψυχαῖς πομπὸς κατὰ γαῖαν ὑπάρχων·

ἃς κατάγεις, ὁπόταν μοίρης χρόνος εἰσαφίκηται,

εὐϊέρῳ ῥάβδῳ θέλγων ὑπνοδώτιδι πάντα,

καὶ πάλιν ὑπνώοντας ἐγείρεις. σοὶ γὰρ ἔδωκεν

τιμὴν Φερσεφόνεια θεὰ, κατὰ Τάρταρον εὐρὺν

ψυχαῖς ἀενάοις θνητῶν ὁδὸν ἡγεμονεύειν.

ἀλλά, μάκαρ, πέμποις μύσταις τέλος ἐσθλὸν ἔπ’ ἔργοις.


58. Ἔρωτος, θυμίαμα, ἀρώματα.


Κικλήσκω μέγαν ἁγνόν ἐράσμιον ἡδὺν Ἔρωτα,

τοξαλκῆ, πτερόεντα, πυρίδρομον, εὔδρομον ὁρμῇ,

συμπαίζοντα θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·

εὐπάλαμον, διφυῆ, πάντων κληῗδας ἔχοντα,

αἰθέρος οὐρανίου, πόντου, χθονός, ἠδ’ ὅσα θνητοῖς

πνεύματα παντογένεθλα θεὰ βόσκει χλοόκαρπος,

ἠδ’ ὅσα Τάρταρος εὐρὺς ἔχει, πόντος θ’ ἁλίδουπος·

μοῦνος γὰρ τούτων πάντων οἴηκα κρατύνεις.

ἀλλά, μάκαρ, καθαραῖς γνώμαις μύστῃσι συνέρχου,

φαύλους δ’ ἐκτοπίους θ’ ὁρμὰς ἀπὸ τῶνδ’ ἀπόπεμπε.


59. Μοιρῶν, θυμίαμα, ἀρώματα.


Μοῖραι ἀπειρέσιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,

κλῦτέ μου εὐχομένου, πολυώνυμοι, αἵτ’ ἐπὶ λίμνης

οὐρανίας, (ἵνα λευκὸν ὕδωρ νυχίας ὑπὸ θερμῆς

ῥήγνυται ἐν σκιερῷ λιπαροῦ μυχῷ εὐλίθου ἄντρου)

ναίουσαι, πεπότησθε βροτῶν ἐπ’ ἀπείρονα γαῖαν·

ἔνθεν ἐπὶ βρότεον δοῦλον γένος ἐλπίδι κοῦφῃ

στείχετε πορφυρέῃσι καλυψάμεναι ὀθόνῃσι,

μορσίμῷ ἐν πεδίῳ, ὅθι πάγγεον ἅρμα διώκει

δόξα, δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν,

καὶ νόμου ὠγύγιον παναπείρονος εὐνόμου ἀρχῆς.

Μοῖρα γὰρ ἐν βιότῳ καθορᾷ μόνον, οὐδέ τις ἄλλος

ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,

καὶ Διὸς ὄμμα τέλειον· ἐπεί γ’ ὅσα γίγνεται ἡμῖν,

Μοῖρά τε καὶ Διὸς οἶδε νόος διὰπαντὸς ἅπαντα.

ἀλλά μοι, ἀέριοι, μαλακόφρονες, ἠπιόθυμοι,

Ἄτροπε, καὶ Λάχεσι, Κλωθώ, μόλετ’, εὐπατέρειαι,

νυκτέριοι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς,

παντοδότειραι, ἀφαιρέτιδες θνητοῖσιν ἀνάγκης,

Μοῖραι, ἀκούσατ’ ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν,

ἐρχόμεναι μύσταις λαθιπήμονες εὔφρονι βουλῇ.


60. Χαρίτων, θυμίαμα, στύρακα.


Κλῦτέ μοι, ὦ Χάριτες μεγαλώνυμοι, ἀγλαότιμοι,

θυγατέρες Ζηνός τε καὶ Εὐρυνόμης βαθυκόλπου,

Ἀγλαΐη, Θαλίη τε, καὶ Εὐφροσύνη πολύολβε,

χαρμοσύνης γενέτειραι, ἐράσμιαι, εὔφρονες, ἁγναί,

αἰολόμορφοι, ἀειθαλέες, θνητοῖσι ποθειναί·

ὄυτε γὰρ ἠελίου ταχιναὶ φλόγες, οὔτε σελήνης,

καὶ σοφίης, ἀρετῆς τε, καὶ ἐργασίμου θρασύτητος

αὔχημ’, οὔτε βίου λιπαρῆς περικαλλέος ἥβης

ὑμέων χωρὶς ἐγείρει ἐϋφροσύνας βιότοιο.

εὐκταῖαι, κυκλάδες, καλυκώπιδες, ἱμερόεσσαι·

ἔλθοιτ’ ὀλβοδότειραι, ἀεὶ μύστῃσι προσηνεῖς.


61. Νεμέσεως ὕμνος.


Ὦ Νέμεσι, κλήιζω σε, θεά, βασίλεια μεγίστη,

πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων·

ἀϊδίη, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,

ἀλλάσσουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,

ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες.

σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήθει

ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτῳ ὁρμῇ.

πάντ’ ἐσορᾷς, καὶ πάντ’ ἐπακούεις, πάντα βραβεύεις·

ἐν σοὶ δ’ εἰσὶ δίκαι θνητῶν, πανυπέρτατε δαῖμον.

ἐλθέ, μάκαιρ’, ἁγνή, μύσταις ἐπιτάῤῥοθος αἰεί·

δὸς δ’ ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς

γνώμας, οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.


62. Δίκης, θυμίαμα, λίβανον.


Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου,

ἣ καὶ Ζηνὸς ἄνακτος ἐπὶ θρόνον ἱερὸν ἵζει,

οὐρανόθεν καθορῶσα βίον θνητῶν πολυφύλων,

τοῖς ἀδίκοις τιμωρὸς ἐπιβρίθουσα δικαίη,

ἐξ ἰσότητος ἀληθείῃ συνάγουσ’ ἀνομοῖα.

πάντα γάρ, ὅσσα κακαῖς γνώμαις θνητοῖσιν ὀχεῖται,

δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισιν,

μούνη ἐπεμβαίνουσα δίκῃ ἀδίκοις ἐπὶ ἔργοις,

ἐχθρὴ τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις,

ἀλλά, θεά, μόλ’ ἔπι γνώμαις ἐσθλῆσι δικαίη,

ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλθῃ.


63. Δικαιοσύνης, θυμίαμα, λίβανον.


Ὠ θνητοῖσι δικαιοτάτη, πολύολβε, ποθεινή,

ἐξ ἰσότητος ἀεὶ θνητοῖς χαίρουσα δικαίοις,

πάντιμ’, ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχής,

ἣ καθαραῖς γνώμαισ αἰεὶ τὰ δέοντα βραβεύεις,

ἄθραυστος τὸ συνειδός· ἀεὶ θραύεις γἁρ ἅπαντας,

ὅσσοι μὴ τὸ σὸν ἦλθον ὑπὸ ζυγόν, ἀλλοπρόσαλλοι,

πλάστιγξιν βριαρῇσι παρεγκλίναντες ἀπλήστως·

ἀστασίαστε, φίλη πάντων, φιλόκωμ’, ἐρατεινή,

εἰρήνῃ χαίρουσα, βίον ζηλοῦσα βέβαιον.

αἰεὶ γἁρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις.

ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει.

κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως,

ὡς ἂν ἰσοῤῥοπίῃσιν ἀεὶ βίος ἐσθλὸς ὁδεύοι

θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσιν,

καὶ ζώων πάντων, ὁπόσ’ ἐν κόλποισι τιθηνεῖ

γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.


64. Ὕμνος Νόμου.


Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα,

οὐράνιον Νόμον, ἀστροθέτην, σφραγῖδα δικαίαν

πόντου τ’ εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον

ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,

οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει,

καὶ φθόνον οὐ δίκαιον ῥοίζου τρόπον αὐτὸς ἐλαύνει·

ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει.

αὐτὸς γὰρ μοῦνος ζώων οἴηκα κρατύνει,

γνώμαις ὀρθοτάτῃσι συνών, ἀδιάστροφος αἰεί,

ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν

τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν.

ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ,

εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε.


65. Ἄρεος, θυμίαμα, λίβανον.


Ἄῤῥηκτ’, ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε δαῖμον,

ὁπλοχαρής, ἀδάμαστε, βροτοκτόνε, τειχεσιπλῆτα,

Ἆρες ἄναξ, ὁπλόδουπε, φόνοις πεπαλαγμένος αἰεί,

αἵματι τ’ ἀνδροφόνῳ χαίρων, πολεμόκλονε, φρικτέ,

ὃς ποθέεις ξίφεσίν τε καὶ ἔγχεσι δῆριν ἄμουσον·

στῆσον ἔριν λυσσῶσαν, ἄνες πόνον ἀλγεσίθυμον·

εἰς δὲ πόθον νεῦσον Κύπριδος, κώμους τε Λυαίου,

ἀλλάξας ἀλκὴν ὅπλων εἰς ἔργα τὰ Δηοῦς,

εἰρήνην ποθέων κουροτρόφον, ὀλβιοδῶτιν.


66. Ἡφαίστου, θυμίαμα, λιβανομάνναν.


Ἥφαιστ’ ὀμβριμόθυμε, μεγασθενές, ἀκάματον πῦρ,

λαμπόμενε φλογέαις αὐγαῖς, φαεσίμβροτε δαῖμον,

φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε,

ἐργαστήρ, κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,

παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε,

αἰθήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον·

ταῦτα γὰρ Ἡφαίστοιο μέλη θνητοῖσι προφαίνει.

πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔθνεα πάντα·

σώματά τε θνητῶν οἰκεῖς, πολύολβε, κραταιέ·

κλῦθι, μάκαρ, κλῄζω σε πρὸς εὐϊέρους ἐπιλοιβάς,

αἰεὶ ὅπως χαίρουσιν ἐπ’ ἔργοις ἥμερος ἔλθῃς.

παῦσον λυσσῶσαν μανίην πυρὸς ἀκαμάτοιο,

καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.


67. Ἀσκληπιοῦ, θυμίαμα, μάνναν.


Ἰητὴρ πάντων Ἀσκληπιέ, δέσποτα Παιάν,

θέλγων ἀνθρώπων πολυαλγέα πήματα νούσων,

ἠπιόδωρε, κραταιέ, μόλοις κατάγων ὑγίειαν,

καὶ παύων νούσους χαλεπὰς θανάτοιο τε κῆρας.

αὐξιθαλής κόρε, ἀπαλεξίκακ’, ὀλβιόμοιρε,

Φοίβου Ἀπόλλωνος κρατερὸν θάλος ἀγλαότιμον,

ἐχθρὲ νόσων, Ὑγίειαν ἔχων σύλλεκτρον ἀμεμφῆ,

ἐλθέ, μάκαρ, σωτήρ, βιοτῆς τέλος ἐσθλὸν ὀπάζων.


68. Ὑγείας, θυμίαμα, μάνναν.


Ἱμερόεσσ’, ἐρατή, πολυθάλμιε, παμβασίλεια,

κλῦθι, μάκαιρ’ Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων.

ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσιν,

πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο,

καὶ τέχναι βρίθουσι. ποθεῖ δέ σε κόσμος, ἄνασσα,

μοῦνος δὲ στυγέει σ’ Ἀΐδης ψυχοφθόρος αἰεί·

ἀϊθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα.

σοῦ γὰρ ἄτερ πάντ’ ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν.

οὔτε γὰρ ὀλβοδότης Πλοῦτος γλυκερὸς θαλίῃσιν,

οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ.

πάντων γὰρ κρατέεις μούνη, καὶ πᾶσιν ἀνάσσεις.

ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάῤῥοθος αἰεὶ,

ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.


69. Εὐμενίδων, θυμίαμα, ἀρώματα.


Κλῦτε, θεαὶ πάντιμοι, ἐρίβρομοι, εὐάστειραι,

Τισιφόνη τε καὶ Ἀλληκτώ, καὶ δῖα Μέγαιρα·

νυκτέριαι, μύχιαι, ὑπὸ κεύθεσιν οἰκί’ ἔχουσαι

ἄντρῳ ἐν ἠερόεντι, παρὰ Στυγὸς ἱερὸν ὕδωρ·

οὐχ ὁσίαις βουλῇσι βροτῶν πεποτημέναι αἰεὶ

λυσσήρεις, ἀγέρωχοι, ἐπευάζουσαι ἀνάγκαις,

θηρόπεπλοι, τιμωροί, ἐρισθενέες, βαρυαλγεῖς,

Ἀΐδεω χθόνιαι φοβεραὶ κόραι αἰολόμορφοι,

ἠέριαι, ἀφανεῖς, ὠκύδρομοι ὥστε νόημα.

αἵτ’ αἰεὶ θνητῶν πάντων ἐπ’ ἀπείρονα φῦλα

ὄμμα Δίκης ἐφορᾶτε, δικασπόλοι αἰὲν ἐοῦσαι.

ἀλλά, θεαὶ Μοῖραι, ὀφιοπλόκαμοι, πολύμορφοι,

πρηΰνοον μετάθεσθε βίου μαλακόφρονα δόξαν.


70. Εὐμενίδων II, θυμίαμα, ἀρώματα.


Κλῦτέ μευ, Εὐμενίδες μεγαλώνυμοι, εὔφρονι βουλῇ,

ἁγναὶ θυγατέρες μεγάλοιο Διὸς χθονίοιο,

Φερσεφόνης τ’, ἐρατῆς κούρης καλλιπλοκάμοιο,

αἳ πάντων καθορᾶτε βίον θνητῶν ἀσεβούντων,

τῶν ἀδίκων τιμωροί, ἐφεστηκυῖαι ἀνάγκῃ,

κυανόχρωτοι ἄνασσαι, ἀπαστράπτουσαι ἀπ’ ὄσσων

δεινὴν ἀνταυγῆ φάεος σαρκοφθόρον αἴγλην·

ἀΐδιοι, φοβερῶπες, ἀπόστροφοι, αὐτοκράτειραι,

λυσιμελεῖς οἴστρῳ, βλοσυροί, νύχιαι, πολύποτμοι,

νυκτέριαι κοῦραι, ὀφιοπλόκαμοι, φοβερῶπες,

ὑμέας κικλήσκω γνώμαις ὁσίῃσι πελάζειν.


71. Μηλινόης, θυμίαμα, ἀρώματα.


Μηλινόην καλέω, νύμφην χθονίην, κροκόπεπλον,

ἣν παρὰ Κωκυτοῦ προχοαῖς ἐλοχεύσατο σεμνὴ

Φερσεφόνη, λέκτροις ἱεροῖς Ζηνὸς Κρονίοιο·

ἧι ψευσθεῖς Πλούτων’ ἐμίγη δολίαις ἀπάτῃσιν,

θυμῷ Φερσεφόνης δὲ δισώματον ἔσπασε χροιήν,

ᾓ θνητοὺς μαίνει φαντάσμασιν ἠερίοισιν,

ἀλλοκότοις ἰδέαις μορφῆς τύπον ἐκπροφανοῦσα·

ἄλλοτε μὲν προφανής, ποτὲ δὲ σκοτόεσσα, νυχαυγής,

ἀνταίαις ἐφόδοισι κατὰ ζοφοειδέα νύκτα.

ἀλλά, θεά, λίτομαί σε, καταχθονίων βασίλεια,

ψυχῆς ἐκπέμπειν οἶστρον ἐπὶ τέρματα γαίης,

εὐμενὲς εὐΐερον μύσταις φαίνουσα πρόσωπον.


72. Τύχης, θυμίαμα, λίβανον.


Δεῦρο, Τύχη, καλέω σ’, ἀγαθὴν κράντειραν ἐπ’ εὐχαῖς,

μειλιχίην, ἐνοδῖτιν, ἐπ’ εὐόλβοις κτεάτεσσιν,

Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος

αἵματος ἐκγεγαῶσαν, ἀπρόσμαχον εὖχος ἔχουσαν,

τυμβιδίην, πολύπλαγκτον, ἀοίδιμον ἀνθρώποισιν.

ἐν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν·

οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον,

οἷς δὲ κακὴν πενίην, θυμῷ χόλον ὁρμαίνουσα.

ἀλλά, θεά, λίτομαί σε μολεῖν βίωι εὐμενέουσαν,

ὄλβοισιν πλήθουσαν ἐπ’ εὐόλβοις κτεάτεσσιν.


73. Δαίμονος, θυμίαμα, λίβανον.


Δαίμονα κικλήσκω, μέγαν εὐηγήτορα, φρικτόν,

μειλίχιον Δία, παγγενέτην, βιοδώτορα θνητῶν,

Ζῆνα μέγαν, πολύπλαγκτον, ἀλάστορα, παμβασιλῆα·

πλουτοδότην, ὁπόταν γε βρυάζων οἶκον ἐσέλθῃ,

ἔμπαλι δὲ τρύχοντα βίον θνητῶν πολυμόχθων·

ἐν σοὶ γὰρ λύπης τε χαρᾶς κλῇδες ὀχοῦνται.

τοιγάρ τοι, μάκαρ, ἁγνέ, πολύστονα κήδε’ ἐλάσσας,

ὅσσα βιοφθορίην πέμπει κατὰ γαῖαν ἅπασαν,

ἔνδοξον βιοτῆς γλυκερὸν τέλος ἐσθλὸν ὀπάζοις.


74. Λευκοθέας, θυμίαμα, ἀρώματα.


Λευκοθέην καλέω Καδμηΐδα, δαίμονα σεμνήν,

εὐδύνατον, θρέπτειραν ἐϋστεφάνου Διονύσου.

κλῦθι, θεά πόντοιο βαθυστέρνοιο μέδουσα,

κύμασι τερπομένη, θνητῶν σώτειρα μεγίστη.

ἐν σοὶ γὰρ νηῶν πελαγοδρόμος ἄστατος ὁρμή,

μούνη δὲ θνητῶν οἰκτρὸν μόρον εἰν ἁλὶ λύεις,

οἷς ἂν ἐφορμαίνουσα φίλη σωτήριος ἔλθοις.

ἀλλά, θεὰ δέσποινα, μόλοις ἐπαρωγὸς ἐοῦσα

νηυσὶν ἐπ’ εὐσέλμοις σωτήριος εὔφρονι βουλῇ,

μύσταις ἐν πόντῳ ναυσίδρομον οὖρον ἄγουσα.


75. Παλαίμονος, θυμίαμα, μάνναν.


Σύντροφε βακχεχόροιο Διωνύσου πολυγηθοῦς,

ὃς ναίεις πόντοιο βυθοὺς βαθυκύμονας ἁγνούς,

κικλήσκω σέ, Παλαῖμον, ἐπ’ εὐϊέροις τελετῇσιν

ἐλθεῖν εὐμενέοντα, νέῳ γήθοντα προσώπῳ,

καὶ σώζειν μύστας κατά τε χθόνα καὶ κατὰ πόντον.

ποντοπλάνοις γὰρ ἀεὶ ναυσὶν χειμῶνος ἐναργὴς

φαινομένου σωτὴρ μοῦνος θνητοῖς ἀναφαίνῃ,

ῥυόμενος μῆνιν χαλεπὴν κατὰ πόντιον οἶδμα.


76. Μουσῶν, θυμίαμα, λίβανον.


Μνημοσύνης καὶ Ζηνὸς ἐριγδούποιο θύγατρες,

Μοῦσαι Πιερίδες μεγαλώνυμοι, ἀγλαόφημοι,

θνητοῖς, οἷς κε παρῆτε, ποθεινόταται, πολύμορφοι,

πάσης παιδείης ἀρετὴν γεννῶσαι ἄμεμπτον·

θρέπτειραι ψυχῆς, διανοίας ὀρθοδότειραι,

καὶ νόου εὐδυνάτοιο καθηγήτειραι ἄνασσαι,

αἳ τελετὰς θνητοῖς ἀνεδείξατε μυστιπολεύτους,

Κλειώ τ’, Εὐτέρπη τε, Θάλειά τε, Μελπομένη τε,

Τερψιχόρη τ’, Ἐρατώ τε, Πολύμνιά τ’, Οὐρανίη τε,

Καλλιόπῃ σὺν μητρὶ, μάλ’ εὐδύνάτοι θεαὶ ἁγναί.

ἀλλὰ μόλοιτε, θεαί, μύσταις, πολυποίκιλοι, ἁγναί,

εὔκλειαν ζῆλόν τ’ ἐρατὸν πολύυμνον ἄγουσαι.


77. Μνημοσύνης, θυμίαμα, λίβανον.


Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,

ἣ Μούσας τέκνωσ’ ἱεράς, ὁσίας, λιγυφώνους,

ἐκτὸς ἔχουσα κάκης μνήμην βλαψίφρονος αἰεί,

πάντα νόον συνέχουσα βροτῶν ψυχῇσι σύνοικον,

εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν,

ἡδυτάτη, φιλάγρυπνος, ὑπομνήσκουσά τε πάντα,

ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάθηται·

οὔτι παρεκβαίνουσ’, ἐπεγείρουσα φρένα πᾶσιν.

ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε

εὐϊέρου τελετῆς, λήθην δ’ ἀπὸ τῶνδ’ ἀπόπεμπε.


78. Ἠοῦς, θυμίαμα, μάνναν.


Κλῦθι, θεά θνητοῖς φαεσίμβροτον ἦμαρ ἄγουσα,

Ἠὼς λαμπροφαής, ἐρυθαινομένη κατὰ κόσμον,

ἀγγελίεια θεοῦ μεγάλου Τιτῆνος ἀγαυοῦ,

ἣ νυκτὸς ζοφόεντα κελαινόχρωτα πορείην

ἀντολίαις ταῖς σαῖς πέμπεις ὑπὸ νέρτερα γαίης·

ἔργων ἡγήτειρα, βίου πρόπολε θνητοῖσιν·

ᾗ χαίρει θνητῶν μερόπων γένος· οὐδέ τίς ἐστιν,

ὃς φεύγει τὴν σὴν ὄψιν καθυπέρτερον οὖσαν,

ἡνίκα τὸν γλυκὺν ὕπνον ἀπὸ βλεφάρων ἀποσείσῃς,

πᾶς δὲ βροτὸς γήθει, πᾶν ἑρπετὸν, ἄλλά τε φῦλα

τετραπόδων, πτηνῶν τε, καὶ εἰναλίων πολυεθνῶν·

πάντα γὰρ ἐργάσιμον βίοτον θνητοῖσι πορίζεις.

ἀλλά, μάκαιρ’, ἁγνή, μύσταις ἱερὸν φάος αὔξοις.


79. Θέμιδος, θυμίαμα, λίβανον.


Οὐρανόπαιδ’ ἁγνὴν καλέω, Θέμιν εὐπατέρειαν,

Γαίης τὸ βλάστημα νέον, καλυκώπιδα κούρην,

ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸν

Δελφικῷ ἐν κευθμῶνι, θεμιστεύουσα θεοῖσιν,

Πυθίῳ ἐν δαπέδῳ, ὅτε Πυθοῖ ἐμβασίλευεν·

ἣ καὶ Φοῖβον ἄνακτα θεμιστοσύνας ἐδίδαξεν.

πάντιμ’, ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτε·

πρώτη γὰρ τελετὰς ἁγίας θνητοῖς ἀνέφηνας,

βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακτα·

ἐκ σέο γὰρ τιμαὶ μακάρων μυστήριά θ’ ἁγνά.

ἀλλά, μάκαιρ’, ἔλθοις κεχαρημένη εὔφρονι βουλῇ

εὐϊέρους ἐπὶ μυστιπόλους τελετὰς σέο, κούρη.


80. Βορέου, θυμίαμα, λίβανον.


Χειμερίοις αὔρῃσι δονῶν βαθὺν ἠέρα κόσμου,

κρυμοπαγὴς Βορέα, χιονώδεος ἔλθ’ ἀπὸ Θρῄκης·

λῦέ τε παννέφελον στάσιν ἠέρος ὑγροκελεύθου,

ἰκμάσι ῥιπίζων νοτεραῖς ὀμβρηγενὲς ὕδωρ,

αἴθρια πάντα τιθείς, θαλερόμματον αἰθέρα τεύχων

ἀκτίσιν λάμπουσαν ἐπὶ χθονὸς ἠελίοιο.


81. Ζεφύρου, θυμίαμα, λίβανον.


Αὖραι ποντογενεῖς Ζεφυριτίδες, ἠεροφοῖτοι,

ἡδύπνοοι ψιθυραί, θανάτου ἀνάπαυσιν ἔχουσαι,

εἰαριναί, λειμωνιάδες, πεποθημέναι ὅρμοις,

σύρουσαι νηυσὶν τρυφερὸν πόρον, ἠέρα κοῦφον,

ἔλθοιτ’ εὐμενέουσαι, ἐπιπνείουσαι ἀμεμφεῖς,

ἠέριαι, ἀφανεῖς, κουφόπτεροι, ἠερόμορφοι.


82. Νότου, θυμίαμα, λίβανον.


Λαιψηρὸν πήδημα δι’ ἠέρος ὑγροπόρευτον,

ὠκείαις πτερύγεσσι δονούμενον ἔνθα καὶ ἔνθα,

ἔλθοις σὺν νεφέλαις νοτίαις, ὄμβροιο γενάρχα.

τοῦτο γὰρ ἐκ Διός ἐστι σέθεν γέρας ἠερόφοιτον,

ὀμβροτόκους νεφέλας ἐξ ἠέρος εἰς χθόνα πέμπειν.

τοιγάρ τοι λιτόμεσθα, μάκαρ, ἱεροῖσι χαρέντα

πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.


83. Ὠκεανοῦ, θυμίαμα, ἀρώματα.


Ὠκεανὸν καλέω, πατέρ’ ἄφθιτον, αἰὲν ἐόντα,

ἀθανάτων τε θεῶν γένεσιν θνητῶν τ’ ἀνθρώπων,

ὃς περικυμαίνει γαίης περιτέρμονα κύκλον·

ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα,

καὶ χθόνιοι γαίης πηγόῤῥυτοι ἰκμάδες ἁγναί.

κλῦθι, μάκαρ, πολύολβε, θεῶν ἅγνισμα μέγιστον,

τέρμα φίλον γαίης, ἀρχὴ πόλου, ὑγροκέλευθε,

ἔλθοις εὐμενέων μύσταις κεχαρισμένος αἰεί.


84. Ἑστίας, θυμίαμα, ἀρώματα.


Ἱστίη εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,

ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο μεγίστου,

τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,

θεῖσ’ αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς·

οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν.

ἀϊδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε,

μειδιόωσα, μάκαιρα, τάδ’ ἱερὰ δέξο προθύμως,

ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρ’ ὑγίειαν.


85. Ὕπνου, θυμίαμα, μετὰ μήκωνος.


Ὕπνε, ἄναξ μακάρων πάντων, θνητῶν τ’ ἀνθρώπων,

καὶ πάντων ζώων, ὁπόσα τρέφει εὐρεῖα χθών·

πάντων γὰρ κρατέεις μοῦνος, καὶ πᾶσι προσέρχῃ,

σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδῃσιν.

λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν,

καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων·

καὶ θανάτου μελέτην ἐπάγεις, ψυχὰς διασώζων·

αὐτοκασίγνητος γὰρ ἔφυς Λήθης Θανάτου τε.

ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν,

σώζοντ’ εὐμενέως μύστας θείοισιν ἐπ’ ἔργοις.


86. Ὀνείρου, θυμίαμα, ἀρώματα.


Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε,

ἄγγελε μελλόντων, θνητοῖς χρησμῳδὲ μέγιστε.

ἡσυχίῃ γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών

προσφωνῶν ψυχαῖς θνητῶν, νόον αὐτὸς ἐγείρεις,

καὶ γνώμας μακάρων αὐτὸς καθ’ ὕπνους ὑποπέμπεις,

σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων,

οἷσιν ἐπ’ εὐσεβίῃσι θεῶν νόος ἐσθλὸς ὁδεύει,

ὡς ἂν ἀεὶ τὸ καλὸν μᾶλλον, γνώμῃσι προληφθέν,

τερπωλαῖς ὑπάγῃ βίον ἀνθρώπων προχαρέντων,

τῶν δὲ κακῶν ἀνάπαυλαν, ὅπως θεὸς αὐτὸς ἐνίσπῃ,

εὐχωλαῖς θυσίαις τε χόλον λύσωσιν ἀνάκτων.

εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστιν·

τοῖς δὲ κακοῖς οὔ κεν φαίνοι μέλλουσαν ἀνάγκην

ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων,

ὄφρα κεν εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο.

ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν,

ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζῃς,

μηδὲν’ ἐπ’ ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.


87. Θανάτου, θυμίαμα, μάνναν.


Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις,

πᾶσι διδοὺς χρόνον ἁγνόν, ὅσων πόῤῥωθεν ὑπάρχεις.

σὸς γὰρ ὕπνος ψυχὴν θραύει καὶ σώματος ὁλκόν,

ἡνίκ’ ἂν ἐκλύῃς φύσεως κεκρατημένα δεσμὰ,

τὸν μακρὸν ζωοῖσι φέρων αἰώνιον ὕπνον,

κοινὸς μὲν πάντων, ἄδικος δ’ ἐνίοισιν ὑπάρχων,

ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς.

ἐν σοὶ γὰρ μούνῳ πάντων τὸ κριθὲν τελεοῦται·

οὔτε γὰρ εὐχῇσιν πείθῃ μόνος οὔτε λιταῖσιν.

ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν

αἰτοῦμαι, θυσίῃσι καὶ εὐχωλαῖς λιτανεύων,

ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.


88. Ὕμνος εἰς Ἄρεα


This hymn is sometimes or usually considered as belonging to the Homeric hymns, not the Orphic. Nonetheless, it is included as Orphic Hymn 88 in Hermann’s Orphica, the ancient text we are following.


Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,

ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,

καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,

Νίκης εὐπολέμοιο πάτερ, συνάρωγε Θέμιστος,

ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,

ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων

αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι

ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσιν·

κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,

πρηῢ κατάστιλψον σέλας ὑψόθεν ἐς βιότητα

ἡμετέρην, καὶ κάρτος ἀρήϊον, ὥς κε δυναίμην

σεύεσθαι κακότητα πικρὴν ἀπ᾽ ἐμοῖο καρήνου,

καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,

θυμοῦ τ' αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ᾽ ἐρέθῃσιν

φυλόπιδος κρυερῆς ἐπιβαινέμεν. ἀλλὰ σὺ θάρσος

δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς,

δυσμενέων προφυγόντα μόθον, κῆράς τε βιαίας.

89. Orphic Rhapsodic Hymn to Zefs


The below hymn is not one of the 87 (88? See hymn 88) Orphic hymns. We are including it because of its great beauty and importance. This hymn is found in the Orphic fragments collected by Prof. Otto Kern. The Greek text included is as found in ORPHICORVM FRAGMENTA by Otto Kern, 1922, pp. 201-202. It is Orphic fragment 168. This great hymn was quoted from a lost work of Porphýrios (Πορφύριος) in a text by the Christian Church father Efsǽvios (Εὐσέβιος) entitled Εὑαγγελικὴ προπαρασκευή, more commonly known by its Latin title Praeparatio evangelica. The hymn can be found in Book 3, chapter 9.


Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργιϰέραυνος·

Ζεὺς ϰεφαλή, Ζεὺς μέσσα· Διὸς δ’ ἐϰ πάντα τέτυϰται.

Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη·

Ζεὺς πυθμὴν γαίης τε ϰαὶ οὐρανοῦ ἀστερόεντος·

Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος· 5

ἓν ϰράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων,

ἓν δὲ δέμας βασίλειον, ἐν ὧι τάδε πάντα ϰυϰλεῖται,

πῦρ ϰαὶ ὕδωρ ϰαὶ γαῖα ϰαὶ αἰθήρ, νύξ τε ϰαὶ ἦμαρ,

ϰαὶ Μῆτις, πρῶτος γενέτωρ ϰαὶ Ἔρως πολυτερπής·

πάντα γὰρ ἐν Ζηνὸς μεγάλωι τάδε σώματι ϰεῖται· 10

τοῦ δή τοι ϰεφαλὴ μὲν ἰδεῖν ϰαὶ ϰαλὰ πρόσωπα

οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι

ἄστρων μαρμαρέων περιϰαλλέες ἠερέθονται,

ταύρεα δ’ ἀμφοτέρωθε δύο χρύσεια ϰέρατα,

ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων, 15

ὄμματα δ’ ἠέλιός τε ϰαὶ ἀντιόωσα σελήνη·

νοῦς δέ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ,

ὧι δή πάντα ϰλύει ϰαὶ φράζεται· οὐδέ τίς ἐστιν

αὐδὴ οὔδ' ἐνοπὴ οὐδὲ ϰτύπος οὐδὲ μὲν ὄσσα,

ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. 20

ὧδε μὲν ἀθανάτην ϰεφαλὴν ἔχει ἠδὲ νόημα·

σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλιϰτον,

ἄτρομον, ὀβριμόγυιον, ὑπερμενές ὧδε τέτυϰται·

ὦμοι μὲν καὶ στέρνα ϰαὶ εὐρέα νῶτα θεοῖο

ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, 25

τῆις ἐπὶ πάντα ποτᾶθ’, ἱερὴ δέ οἱ ἔπλετο νηδύς

γαῖά τε παμμήτωρ ὀρέων τ’ αἰπεινὰ ϰάρηνα·

μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης

ϰαὶ πόντου· πυμάτη δὲ βάσις, χθονὸς ἔνδοθι ῥίζαι,

Τάρταρά τ’ εὐρώεντα ϰαὶ ἔσχατα πείρατα γαίης. 30

πάντα δ’ ἀποϰρύψας αὖθις φάος ἐς πολυγηθὲς

μέλλεν ἀπό ϰραδίης προφέρειν πάλι, θέσϰελα ῥέζων.

The story of the birth of the Gods: Orphic Theogony.

We know the various qualities and characteristics of the Gods based on metaphorical stories: Mythology.

Dictionary of terms related to ancient Greek mythology: Glossary of Hellenic Mythology.

Introduction to the Thæí (the Gods): The Nature of the Gods.

How do we know there are Gods? Experiencing Gods.

The logo to the left is the principal symbol of this website. It is called the CESS logo, i.e. the Children of the Earth and the Starry Sky. The Pætilía (Petelia, Πετηλία) and other golden tablets having this phrase (Γῆς παῖς εἰμί καὶ Οὐρανοῦ ἀστερόεντος) are the inspiration for the symbol. The image represents this idea: Earth (divisible substance) and the Sky (continuous substance) are the two kozmogonic substances. The twelve stars represent the Natural Laws, the dominions of the Olympian Gods. In front of these symbols is the seven-stringed kithára (cithara, κιθάρα), the lyre of Apóllôn (Apollo, Ἀπόλλων). It (here) represents the bond between Gods and mortals and is representative that we are the children of Orphéfs (Orpheus, Ὀρφεύς).

PLEASE NOTE: Throughout the pages of this website, you will find fascinating stories about our Gods. These narratives are known as mythology, the traditional stories of the Gods and Heroes. While these tales are great mystical vehicles containing transcendent truth, they are symbolic and should not be taken literally. A literal reading will frequently yield an erroneous result. The meaning of the myths is concealed in code. To understand them requires a key. For instance, when a God kills someone, this usually means a transformation of the soul to a higher level. Similarly, sexual union with a God is a transformation.

The story of the birth of the Gods: Orphic Theogony.

We know the various qualities and characteristics of the Gods based on metaphorical stories: Mythology.

Dictionary of terms related to ancient Greek mythology: Glossary of Hellenic Mythology.

SPELLING: HellenicGods.org uses the Reuchlinian method of pronouncing ancient Greek, the system preferred by scholars from Greece itself. An approach was developed to enable the student to easily approximate the Greek words. Consequently, the way we spell words is unique, as this method of transliteration is exclusive to this website. For more information, visit these three pages:

Pronunciation of Ancient Greek

Transliteration of Ancient Greek

Pronouncing the Names of the Gods in Hellenismos

PHOTO COPYRIGHT INFORMATION: The many pages of this website incorporate images, some created by the author, but many obtained from outside sources. To find out more information about these images and why this website can use them, visit this link: Photo Copyright Information

DISCLAIMER: The inclusion of images, quotations, and links from outside sources does not in any way imply agreement (or disagreement), approval (or disapproval) with the views of HellenicGods.org by the external sources from which they were obtained.

Further, the inclusion of images, quotations, and links from outside sources does not in any way imply agreement (or disagreement), approval (or disapproval) by HellenicGods.org of the contents or views of any external sources from which they were obtained.

For more information: Inquire.hellenicgods@gmail.com

For answers to many questions: Hellenismos FAQ

© 2010 by HellenicGods.org. All Rights Reserved.

HOME GLOSSARY RESOURCE ART LOGOS CONTACT

Web Analytics